Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.170 Joseph. AJ 18.176 (English) >>Joseph. AJ 18.181

18.174παράδειγμά τε αὐτοῖς φησι τοῦτον τὸν λόγον· τραυματίᾳ τινὶ κειμένῳ μυῖαι κατὰ πλῆθος τὰς ὠτειλὰς περιέστασαν. καί τις τῶν παρατυχόντων οἰκτείρας αὐτοῦ τὴν δυστυχίαν καὶ νομίσας ἀδυναμίᾳ μὴ βοηθεῖν οἷός τʼ ἦν ἀποσοβεῖν αὐτὰς παραστάς. 18.175καὶ δεομένου παύσασθαι τῶν ἐπὶ τοιοῖσδε, ὑπολαβὼν ἤρετο τὴν αἰτίαν τοῦ ἀπρομηθοῦς εἰς τὴν διαφυγὴν κακοῦ τοῦ ἐφεστηκότος. “μειζόνως γὰρ ἂν ἀδικοῖς με, εἶπε, ταύτας ἀπαγαγών. ταῖς μέν γε ἤδη πληρωθείσαις τοῦ αἵματος οὐκέθʼ ὁμοίως ἔπειξις ὄχλον μοι παρασχεῖν, ἀλλά πῃ καὶ ἀνίσχουσιν. αἱ δʼ ἀκραιφνεῖ τῷ κατʼ αὐτὰς λιμῷ συνελθοῦσαι καὶ τετρυμένον ἤδη παραλαμβάνουσαι κἂν ὀλέθρῳ παραδοῖεν”. 18.176διὰ τάδε οὖν καὐτὸς ὑπὸ πολλῶν τῶν κλοπῶν διεφθαρμένοις τοῖς ὑποτελέσιν προμηθὲς εἶναι μὴ συνεχὲς ἐξαποστέλλειν τοὺς ἡγησομένους, οἳ ἐν τρόπῳ μυιῶν ἐκπολεμοῖεν αὐτούς, φύσει πρὸς κέρδος ὀρωρεγμένοις σύμμαχον παραλαμβάνοντες τὴν ἐλπίδα τοῦ ταχέως ἀφαιρεθησομένου τὴν ἐνθένδε ἡδονήν. 18.177μαρτυρήσει δέ μου τῷ λόγῳ περὶ τῆς ἐπὶ τοιούτοις φύσεως Τιβερίου τὸ ἔργον αὐτό· ἔτη γὰρ δύο πρὸς τοῖς εἴκοσιν αὐτοκράτωρ γενόμενος δύο τοὺς πάντας Ἰουδαίοις ἐξέπεμψεν διοικήσοντας τὸ ἔθνος, Γρᾶτον τε καὶ Πιλᾶτον, ὃς αὐτῷ διεδέξατο τὴν ἡγεμονίαν. 18.178καὶ οὐκ ἐπὶ μὲν Ἰουδαίων τοιοῦτος ἦν, ἑτεροῖος δὲ ἐπὶ τῶν λοιπῶν ὑπηκόων. ἀλλὰ καὶ τῶν δεσμωτῶν τὴν ὑπερβολὴν τῆς ἀκροάσεως ἀπεσήμαινεν ὑπὸ τοῦ δικαιωθεῖσι μὲν θανάτῳ κούφισιν γενέσθαι τῶν ἐνεστηκότων κακῶν, διὰ τὸ μὴ ἐπʼ ἀρετῇ τῶν ἐπὶ τοιούτοις τύχῃ συνελθεῖν, τριβομένοις δὲ ἀχθηδόνι τῇ ἐπικειμένῃ μείζονα προσρέπειν τὴν δυστυχίαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.170 Joseph. AJ 18.176 (English) >>Joseph. AJ 18.181

Powered by PhiloLogic